Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.96 Joseph. AJ 13.101 (English) >>Joseph. AJ 13.106

13.99διώκων δʼ αὐτοὺς Ἰωνάθης μέχρι τῆς Ἀζώτου καὶ πολλοὺς ἀναιρῶν ἀπογνόντας τῆς σωτηρίας ἠνάγκασεν ἐπὶ τὸν τοῦ Δαγῶνος ναὸν καταφυγεῖν, ὃς ἦν ἐν Ἀζώτῳ. λαβὼν δʼ ἐξ ἐπιδρομῆς Ἰωνάθης τὴν πόλιν αὐτήν τε ἐνέπρησεν καὶ τὰς περὶ αὐτὴν κώμας. 13.100ἀπέσχετο δʼ οὐδὲ τοῦ Δαγῶνος ἱεροῦ, ἀλλὰ καὶ τοῦτʼ ἐνέπρησεν καὶ τοὺς εἰς αὐτὸ συμφυγόντας διέφθειρεν. τὸ δὲ πᾶν πλῆθος τῶν ἐν τῇ μάχῃ πεσόντων καὶ καταφλεγέντων ἐν τῷ ἱερῷ τῶν πολεμίων ἦσαν ὀκτακισχίλιοι. 13.101κρατήσας οὖν τοσαύτης δυνάμεως ἄρας ἀπὸ τῆς Ἀζώτου εἰς Ἀσκάλωνα παραγίνεται, καὶ καταστρατοπεδεύσαντος ἔξω τῆς πόλεως αὐτοῦ προῆλθον εἰς ἀπάντησιν αὐτῷ οἱ Ἀσκαλωνῖται ξένια προσφέροντες αὐτῷ καὶ τιμῶντες. δὲ ἀποδεξάμενος αὐτοὺς τῆς προαιρέσεως ἀνέστρεψεν ἐκεῖθεν εἰς Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος λείαν, ἣν ἔλαβεν νικήσας τοὺς πολεμίους. 13.102Ἀλέξανδρος δʼ ἀκούσας ἡττημένον τὸν αὐτοῦ στρατηγὸν Ἀπολλώνιον προσεποιεῖτο χαίρειν, ὅτι παρὰ τὴν αὐτοῦ γνώμην Ἰωνάθῃ συνέβαλεν φίλῳ ὄντι καὶ συμμάχῳ, καὶ πέμπει πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ καὶ γέρα καὶ τιμὰς διδοὺς πόρπην χρυσέαν, ὡς ἔστιν ἔθος δίδοσθαι τοῖς τῶν βασιλέων συγγενέσιν, καὶ τὴν Ἀκκάρωνα καὶ τὴν τοπαρχίαν αὐτῆς εἰς κληρουχίαν ἐπιτρέπει. 13.103

Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν καὶ βασιλεὺς Πτολεμαῖος Φιλομήτωρ ἐπικληθεὶς ναυτικὴν ἄγων δύναμιν καὶ πεζὴν εἰς Συρίαν ἧκεν συμμαχήσων Ἀλεξάνδρῳ· γαμβρὸς γὰρ ἦν αὐτοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.96 Joseph. AJ 13.101 (English) >>Joseph. AJ 13.106

Powered by PhiloLogic